no image
DDbDP-text
Acknowledgement of a deposit of clothing and gold jewellery. An application to the archidikastes Dionysios in Alexandria to register a deposit agreement: the soldier Gaius Julius Apollinarius acknowledges receiving from Petronia Sarapias women's clothing worth 300 drachmas and gold jewellery for safekeeping, to be returned on demand. It is dated in the 8th year of Antoninus Pius. machine translation
Linked by Trismegistos ID
TM 20054.
Each record below describes this same artifact or text from a different angle.
Διονυσίῳ Δείου γενομένου στρατηγοῦ τῆς πόλεως
υἱῷ, νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος, τῶν ἐν τῷ Μουσείῳ
σιτουμένων ἀτελῶν ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Πετρωνίας Σαραπιάδος μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαίου Πετρωνίου Μαρκέλλου καὶ παρὰ Γαίου Ἰουλίου Ἀπολιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἰουλιανοῦ. συνχωρεῖ
ὁ Γάιος Ἰούλιος Ἀπολινάριος εἰληφέναι παρὰ τῆς
Πετρωνίας Σαραπιάδος παραθήκην ἀκίνδυνον
παντὸς κινδύνου ἱμάτια γυναικεῖα συντετιμημένα ἀργυρίου δραχμῶν τριακοσίων καὶ χρυσᾶ κοσμάρια ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ τετάρτων τριάκοντα
δύο ἅπερ φυλάξει παρʼ ἑαυτῷ καὶ ἀποκαταστήσει
αὐτῇ ὁπότε ἐὰν ἀπαιτῆται ἀνυπερθέτως ἢ ἐκτείσει κατὰ τὸν τῶν παραθηκῶν νόμον, γεινομένης τῇ Πετρωνίᾳ Σαραπιάδι τῆς πράξεως ἐκ τῶν
τοῦ Γαίου Ἰουλίου Ἀπολιναρίου ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης. ἀξιοῦμεν. ἔτους ὀγδόου Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς Φαῶφι ϛ
…[…]………Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.