no image
DDbDP-text
Sale of a house and plot at Soknopaiou Nesos by the priest Chairemon. A registered contract of sale from Soknopaiou Nesos in the Fayum, dated 21 November AD 11. Chairemon, a prophet and chief stolist of the crocodile god Souchos, sells a house, courtyard and adjoining plot to a woman named Satabous, with his wife consenting to the sale. machine translation
Linked by Trismegistos ID
TM 44702.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[2]
ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ Καίσαρος Ἁθὺρ τετράδι καὶ εἰκάδι. ἀναγέγραπται ἐν Ψινάχει τῆς Θεμίστου μερίδος πρᾶσις καὶ ἀποστατίου οἰκίας καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ
Σοκνοπαίου Νήσωι Ἀρσινοείτου Ἡρακλείδου μερίδος ἃς ποιεῖται Χαιρήμων
Ἡρώιδου μητρὸς Θάσιτος προφήτης Σαταβοῦτι Ἐριοψήμιος μητρὸς Σαταβοῦτος ἔτι δὲ καὶ ἡ Χαιρήμονος γυνὴ Τομσαῖις Χαιρήμονος μητρὸς Ταμεσθασύθμιος.
Χαιρήμων Ἡρῴδου μητρὸς Θάσιτος προφήτης καὶ ἡ γυνὴ Θεσμάις Χαιρήμονος μητρὸς Ταμεσθασύθμιος ὁμολογοῦμεν Χαιρήμων μὲν πεπραχέναι Σαταβοῦτι Ἐριοψήμιος τῆς Σαταβοῦτι τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ
προνήσιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ αἴθριον καὶ τὸν προσόντα ψιλὸν τόπον ἐκ τοῦ πρὸς νότον μέρους καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ὅσων πότʼ ἐστιν
μέτρων ἐπὶ τοῖς οὖσι πᾶσι· γείτονες νότου περίμετρον κώμης, βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία, λιβὸς καὶ ἀπηλιώτου ῥύμαι βασιλικαί, καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα
διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω ἐπὶ τὸν ἅπαντα χρόνον, Θεμσάις δὲ εὐδοκῶ τῆι πράσει καὶ μὴ ἐπελεύσεσθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγεγραμμένος προφήτης καὶ ἀρχιστολιστὴς
Σούχου θεοῦ μεγάλου μεγάλου γέγραφα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα καὶ εἶμι ἐτῶν τεσσαράκοντα τριῶν , οὐλὴμετώπῳ μέσῳ, ἔστιν δὲ Θεμσάις ἐτῶν τεσσαράκοντα ἄσημος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.