no image
DDbDP-text
Offer to lease the record office of Soknopaiou Nesos. Tesenouphis son of Tesenouphis offers to lease again the village record office of Soknopaiou Nesos for the seventh year of Claudius, promising 288 silver drachmas plus 2 jars of wine for the Phamenoth libation, monthly payments, and regular filing of the contracts he draws up. A note of acceptance follows, dated 11 September AD 46. machine translation
Linked by Trismegistos ID
TM 11324.
Each record below describes this same artifact or text from a different angle.
τῷ δεῖνι τοῦ δεῖνος
… ἀσχολουμένῳ τὸ γραφεῖον […]ου Σοκνοπαίου Νήσου …
παρὰ Τεσενούφιος του Τεσενούφιος. ἐπιχωρηθείσης μοι τοῦ γραφείου, ἦς προεῖχον κώμης
Σοκνοπαίου Νήσου τῆς Ἡρακλείτου μερίδος
εἰς τὸ ἐνεστὸς ἕβδομον ἔτος Τιβερίου
Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος ὑφίσταμαι τελέσειν φόρου
τοῦ παντὸς σὺν καθήκουσι καὶ προσδιαγραφομένοις καὶ συμβολικοῖς ἀργυρίου
δραχμὰς διακοσίας ὀγδοήκοντα
ὀκτὼ καὶ σπονδῆς Φαμενὼθ οἴνου κεράμια
δύω, τῶν τε προσδιαγράψω κατὰ μῆνα
ἐν μηνὶ τοῦ αὐτοῦ ἔτους ἀεὶ τῇ πέμπτῃ καὶ
εἰκάδι καὶ καταχωρίσω σοι διὰ τετραμήνου πάντας τοὺς διʼ ἐμοῦ οἰκονομηθησομένους χρηματισμοὺς ἐν τόμῳ συγκολλησίμῳ καὶ εἰρομένῳ ἑνὶ καὶ ἀναγραφῇ μιᾷ καὶ δώσω σοι καταχωρισμὸν
βιβλίων δραχμὰς ὀκτὼ καὶ δώσω σοι
ἱκανὸν ἀξιόχρεον, ἐὰν φαίνεται ἐπιχωρῆσαι
ἐπὶ τοῖς προκειμένοις πᾶσι. εὐτύχει.
… ἐπὶ ταῖς προκειμέναις ἀργυρίου
διακοσίαις ὀγδοήκοντα ὀκτώ, καὶ τῶν
ἄλλων, ἐξουσίας οὔσης σοι ἑτέροις μεταμισθοῦν
καμιτ…γ παντὶ χρόνωι. ἔτους ζ Τιβερίου
Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος μηνὶ Σεβαστῷ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.