no image
DDbDP-text
Sale of sacred land near Ptolemais Melissourgon. Subscription to a contract by which Kronion son of Herodes sells 5 arouras of sacred land near Ptolemais Melissourgon in the Arsinoite nome to Didymos son of Didymos, with his wife Thermouthis consenting. The current year's lease to the cultivator remains in force; descriptions of the seller and his wife are on the back. machine translation
Linked by Trismegistos ID
TM 12089.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐκδόσιμονιζ ἔτους Παχὼν α
Κρονίων Ἡρώδου ὁμολογῶ πεπρακέναι Διδύμωι Διδύμου κατὰ τήνδε τὴν ὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι περὶ Πτολεμαίδα Μελισσουργῶν ἱερὰν γῆν ἀπὸ κατεργασίας ἐν μιᾷ σφραγῖδι ἀρούρας πέντε ἢ ὅσαι ἐὰν ὦσιν, ὧν γείτονες νότου χέρσος, βορρᾶ πρότερον Πετερμούθεως γῆ νυνὶ δὲ Ἡρακλείου γῆ, λιβὸς βασιλικὴ γῆ καὶ ἐπί τι μέρος ὠνημένη χέρσος, ἀπηλιώτου βασιλικὴ γῆ·
καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος πεντεκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ
πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, σὺν τῷ τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίωι, μενούσης τῷ γεωργῶι τῆς τοῦ αὐτοῦ ἔτους μισθώσεως. εὐδοκεῖ ἡ συνοῦσά μοι κατὰ νόμους γυνὴ
Θερμοῦθις Ἀλκίμου τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδὲ ἐγκαλέσειν μηδὲ ἄλλον τινὰ ὑπὲρ αὐτῆς καθότι πρόκιται.
Κρονίων γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος.
[v]
Κρονίων ὡς ἐτῶν νζ οὐλὴ πήχει
ἀριστερῷ
Θερμοῦθις ὡς ἐτῶν με οὐλὴ
…[…]ιτω…ω μέσωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.